Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.146.3 Hdt. 3.148.1 (English) >>Hdt. 3.150.1

3.147.1 Ὀτάνης δὲ στρατηγὸς ἰδὼν πάθος μέγα Πέρσας πεπονθότας, ἐντολὰς μὲν τὰς Δαρεῖός οἱ ἀποστέλλων ἐνετέλλετο, μήτε κτείνειν μηδένα Σαμίων μήτε ἀνδραποδίζεσθαι ἀπαθέα τε κακῶν ἀποδοῦναι τὴν νῆσον Συλοσῶντι, τουτέων μὲν τῶν ἐντολέων μεμνημένος ἐπελανθάνετο, δὲ παρήγγειλε τῇ στρατιῇ πάντα τὸν ἂν λάβωσι καὶ ἄνδρα καὶ παῖδα ὁμοίως κτείνειν. 3.147.2 ἐνθαῦτα τῆς στρατιῆς οἱ μὲν τὴν ἀκρόπολιν ἐπολιόρκεον, οἱ δὲ ἔκτεινον πάντα τὸν ἐμποδὼν γινόμενον ὁμοίως ἔν τε ἱρῷ καὶ ἔξω ἱροῦ.

ch. 148 3.148.1 Μαιάνδριος δὲ ἀποδρὰς ἐκ τῆς Σάμου ἐκπλέει ἐς Λακεδαίμονα· ἀπικόμενος δὲ ἐς αὐτὴν καὶ ἀνενεικάμενος τὰ ἔχων ἐξεχώρησε, ἐποίεε τοιάδε· ὅκως ποτήρια ἀργύρεά τε καὶ χρύσεα προθεῖτο, οἱ μὲν θεράποντες αὐτοῦ ἐξέσμων αὐτά, δʼ ἂν τὸν χρόνον τοῦτον τῷ Κλεομένεϊ τῷ Ἀναξανδρίδεω ἐν λόγοισι ἐών, βασιλεύοντι Σπάρτης, προῆγέ μιν ἐς τὰ οἰκία· ὅκως δὲ ἴδοιτο Κλεομένης τὰ ποτήρια, ἀπεθώμαζέ τε καὶ ἐξεπλήσσετο· δὲ ἂν ἐκέλευε αὐτὸν ἀποφέρεσθαι αὐτῶν ὅσα βούλοιτο. 3.148.2 τοῦτο καὶ δὶς καὶ τρὶς εἴπαντος Μαιανδρίου Κλεομένης δικαιότατος ἀνδρῶν γίνεται, ὃς λαβεῖν μὲν διδόμενα οὐκ ἐδικαίου, μαθὼν δὲ ὡς ἄλλοισι διδοὺς τῶν ἀστῶν εὑρήσεται τιμωρίην, βὰς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξεῖνον τὸν Σάμιον ἀπαλλάσσεσθαι ἐκ τῆς Πελοποννήσου, ἵνα μὴ ἀναπείσῃ αὐτὸν ἄλλον τινὰ Σπαρτιητέων κακὸν γενέσθαι. οἱ δʼ ὑπακούσαντες ἐξεκήρυξαν Μαιάνδριον.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.146.3 Hdt. 3.148.1 (English) >>Hdt. 3.150.1

Powered by PhiloLogic